Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 9.42 Dem. 9.46 (English) >>Dem. 9.50

9.45οὐκοῦν ἐνόμιζον ἐκεῖνοι τῆς πάντων τῶν Ἑλλήνων σωτηρίας αὑτοῖς ἐπιμελητέον εἶναι· οὐ γὰρ ἂν αὐτοῖς ἔμελʼ εἴ τις ἐν Πελοποννήσῳ τινὰς ὠνεῖται καὶ διαφθείρει, μὴ τοῦθʼ ὑπολαμβάνουσιν· ἐκόλαζον δʼ οὕτω καὶ ἐτιμωροῦνθʼ οὓς αἴσθοιντο, ὥστε καὶ στηλίτας ποιεῖν. ἐκ δὲ τούτων εἰκότως τὰ τῶν Ἑλλήνων ἦν τῷ βαρβάρῳ φοβερά, οὐχ βάρβαρος τοῖς Ἕλλησιν. ἀλλʼ οὐ νῦν· οὐ γὰρ οὕτως ἔχεθʼ ὑμεῖς οὔτε πρὸς τὰ τοιαῦτʼ οὔτε πρὸς τἄλλα, ἀλλὰ πῶς; 9.46ἴστʼ αὐτοί· τί γὰρ δεῖ περὶ πάντων ὑμῶν κατηγορεῖν; παραπλησίως δὲ καὶ οὐδὲν βέλτιον ὑμῶν ἅπαντες οἱ λοιποὶ Ἕλληνες· διόπερ φήμʼ ἔγωγε καὶ σπουδῆς πολλῆς καὶ βουλῆς ἀγαθῆς τὰ παρόντα πράγματα προσδεῖσθαι. τίνος; εἴπω κελεύετε; καὶ οὐκ ὀργιεῖσθε;Ἐκ τοῦ Γραμματείου Ἀναγιγνώσκει

9.47ἔστι τοίνυν τις εὐήθης λόγος παρὰ τῶν παραμυθεῖσθαι βουλομένων τὴν πόλιν, ὡς ἄρʼ οὔπω Φίλιππός ἐστιν οἷοί ποτʼ ἦσαν Λακεδαιμόνιοι, οἳ θαλάττης μὲν ἦρχον καὶ γῆς ἁπάσης, βασιλέα δὲ σύμμαχον εἶχον, ὑφίστατο δʼ οὐδὲν αὐτούς· ἀλλʼ ὅμως ἠμύνατο κἀκείνους πόλις καὶ οὐκ ἀνηρπάσθη. ἐγὼ δʼ ἁπάντων ὡς ἔπος εἰπεῖν πολλὴν εἰληφότων ἐπίδοσιν, καὶ οὐδὲν ὁμοίων ὄντων τῶν νῦν τοῖς πρότερον, οὐδὲν ἡγοῦμαι πλέον τὰ τοῦ πολέμου κεκινῆσθαι κἀπιδεδωκέναι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 9.42 Dem. 9.46 (English) >>Dem. 9.50

Powered by PhiloLogic